Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.325 Dem. 19.329 (English) >>Dem. 19.332

19.327ἀντὶ δὲ τοῦ τὰ πάτριʼ ἐν τῷ ἱερῷ κατασταθῆναι καὶ τὰ χρήματʼ εἰσπραχθῆναι τῷ θεῷ, οἱ μὲν ὄντες Ἀμφικτύονες φεύγουσι καὶ ἐξελήλανται, καὶ ἀνάστατος αὐτῶν χώρα γέγονεν, οἱ δʼ οὐπώποτʼ ἐν τῷ πρόσθεν χρόνῳ γενόμενοι Μακεδόνες καὶ βάρβαροι, νῦν Ἀμφικτύονες εἶναι βιάζονται· ἐὰν δέ τις περὶ τῶν ἱερῶν χρημάτων μνησθῇ, κατακρημνίζεται, πόλις δὲ τὴν προμαντείαν ἀφῄρηται. 19.328καὶ γέγονεν τὰ πράγματα πάνθʼ ὥσπερ αἴνιγμα τῇ πόλει. μὲν οὐδὲν ἔψευσται καὶ πάνθʼ ὅσʼ ἐβουλήθη διαπέπρακται, ὑμεῖς δʼ ἅπερ εὔξαισθʼ ἂν ἐλπίσαντες, τἀναντία τούτων ἑοράκατε γιγνόμενα, καὶ δοκεῖτε μὲν εἰρήνην ἄγειν, πεπόνθατε δὲ δεινότερʼ πολεμοῦντες· οὗτοι δὲ χρήματʼ ἔχουσιν ἐπὶ τούτοις καὶ μέχρι τῆς τήμερον ἡμέρας δίκην οὐ δεδώκασιν. 19.329ὅτι γὰρ ταῦθʼ ἁπλῶς δεδωροδόκηται καὶ τιμὴν ἔχουσιν ἁπάντων τούτων οὗτοι, πολλαχόθεν μὲν ἔγωγʼ οἶμαι δῆλον ὑμῖν εἶναι πάλαι, καὶ δέδοικα μὴ τοὐναντίον οὗ βούλομαι ποιῶ, σφόδρʼ ἀκριβῶς δεικνύναι πειρώμενος διοχλῶ πάλαι τοῦτʼ αὐτοὺς ὑμᾶς εἰδότας· ὅμως δʼ ἔτι καὶ τόδʼ ἀκούσατε. 19.330ἔσθʼ ὅντινʼ ὑμεῖς, ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτʼ ἂν ἐν ἀγορᾷ; τί δέ; δοίητʼ ἂν ἐν πρυτανείῳ σίτησιν ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί; (οὔτε γὰρ ὑμεῖς γʼ ἀχάριστοί ἐστʼ οὔτʼ ἄδικοι ἄνθρωποι οὔτε κακοί.) ὅτι πάνθʼ ὑπὲρ Φιλίππου καὶ οὐδʼ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτʼ ἄν, καὶ ἀληθῆ καὶ δίκαια.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.325 Dem. 19.329 (English) >>Dem. 19.332

Powered by PhiloLogic